Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.224 Joseph. AJ 14.230 (English) >>Joseph. AJ 14.235

14.228

Καὶ ταῦτα μὲν Δολαβέλλας Ὑρκανοῦ πρεσβευσαμένου πρὸς αὐτὸν ἐχαρίσατο τοῖς ἡμετέροις. Λεύκιος δὲ Λέντλος ὕπατος εἶπεν· πολίτας Ῥωμαίων Ἰουδαίους ἱερὰ Ἰουδαϊκὰ ἔχοντας καὶ ποιοῦντας ἐν Ἐφέσῳ πρὸ τοῦ βήματος δεισιδαιμονίας ἕνεκα στρατείας ἀπέλυσα πρὸ δώδεκα καλανδῶν Ὀκτωβρίων Λευκίω Λέντλω Γαΐω Μαρκέλλω ὑπάτοις. 14.229παρῆσαν Τίτος Ἄμπιος Τίτου υἱὸς Βάλβος Ὁρατία πρεσβευτής, Τίτος Τόνγιος Τίτου υἱὸς Κροστομίνα, Κόιντος Καίσιος Κοΐντου, Τίτος Πομπήιος Τίτου Λογγῖνος, Γάιος Σερουίλιος Γαΐου υἱὸς Τηρητίνα Βράκκος χιλίαρχος, Πόπλιος Κλούσιος Ποπλίου Ἐτωρία Γάλλος, Γάιος Σέντιος Γαΐου υἱὸς Σαβατίνα. 14.230

Τίτος Ἄμπιος Τίτου υἱὸς Βάλβος πρεσβευτὴς καὶ ἀντιστράτηγος Ἐφεσίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. Ἰουδαίους τοὺς ἐν τῇ Ἀσίᾳ Λεύκιος Λέντλος ὕπατος ἐμοῦ ἐντυχόντος ἀπέλυσεν τῆς στρατείας. αἰτησάμενος δὲ μετὰ ταῦτα καὶ παρὰ Φαννίου τοῦ ἀντιστρατήγου καὶ παρὰ Λευκίου Ἀντωνίου τοῦ ἀντιταμίου ἐπέτυχον ὑμᾶς τε βούλομαι φροντίσαι, ἵνα μή τις αὐτοῖς διενοχλῇ. 14.231

Ψήφισμα Δηλίων. ἐπʼ ἄρχοντος Βοιωτοῦ μηνὸς Θαργηλιῶνος εἰκοστῇ χρηματισμὸς στρατηγῶν. Μᾶρκος Πείσων πρεσβευτὴς ἐνδημῶν ἐν τῇ πόλει ἡμῶν καὶ τεταγμένος ἐπὶ τῆς στρατολογίας προσκαλεσάμενος ἡμᾶς καὶ ἱκανοὺς τῶν πολιτῶν προσέταξεν, 14.232ἵνα εἴ τινές εἰσιν Ἰουδαῖοι πολῖται Ῥωμαίων τούτοις μηδεὶς ἐνοχλῇ περὶ στρατείας, διὰ τὸ τὸν ὕπατον Λούκιον Κορνήλιον Λέντλον δεισιδαιμονίας ἕνεκα ἀπολελυκέναι τοὺς Ἰουδαίους τῆς στρατείας. διὸ πείθεσθαι ἡμᾶς δεῖ τῷ στρατηγῷ. ὅμοια δὲ τούτοις καὶ Σαρδιανοὶ περὶ ἡμῶν ἐψηφίσαντο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.224 Joseph. AJ 14.230 (English) >>Joseph. AJ 14.235

Powered by PhiloLogic